Luke 4:31-37

31Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 32καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ. 33καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34
 Ἔα = WH NA/NIV: || λέγων Ἔα = Treg RP
Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ.
35καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε
 ἀπ᾽ = WH Treg NA/NIV: || ἐξ = RP
ἀπ᾽ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς
 τὸ = WH Treg NA/NIV: || [omit] = RP
τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
36καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; 37καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

Copyright information for SBLG